ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε·δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο·A 50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶςβάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,τῇ δεκάτῃ δ' ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·A 55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο·οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·«Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίωA 60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν,ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,A 65εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης,αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείωνβούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.»Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστηΚάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος,A 70ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσωἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·«Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαιA 75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσονἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντωνἈργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·A 80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι·εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.»Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·A 85«Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ, Κάλχαν,εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιοσοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσειA 90συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς,ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.»Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·«Οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης,ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνων,A 95οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα·τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει,οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσειπρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρηνἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβηνA 100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.»Ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστηἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναιπίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·A 105Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε«Μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,ἐσθλὸν δ' οὔτέ τί πω εἶπας ἔπος οὔτ' ἐτέλεσσας·καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύειςA 110ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλά' ἄποιναοὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴνοἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλακουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,A 115οὐ δέμας οὐδὲ φυήν, οὔτ᾿ ἂρ φρένας οὔτέ τι ἔργα.ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾿ ἄμεινον·βούλομ᾿ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾿ ἑτοιμάσατ᾿ ὄφρα μὴ οἶοςἈργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·A 120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.»Τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·«Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·A 125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν.ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶτριπλῇ τετραπλῇ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺςδῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.»